ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ ΚΑΤΑΔΥΣΕΩΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
Ι. ΑΚΟΛΟΥΘΙΑ
ΚΑΤΑΔΥΣΕΩΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
παρά τή Ἐνορία Κοκκίνη Χάνι τῆς Ἱερᾶς Ἀρχιεπισκοπῆς Κρήτης.
Μετά τήν Τέλεσιν τῶν Ἱερῶν Ἀκολουθιῶν τοῦ Ὄρθρου, τῆς Θείας Λειτουργίας καί τοῦ Μεγάλου Ἁγιασμοῦ ἐντός του Ἱεροῦ Ναοῦ Ὑπεραγίας Θεοτόκου «Ἄξιον ἐστίν» Κοκκίνη Χάνι κατά τά καθιερωμένα, προπορευομένων τῶν Λαμπάδων, τῶν Φανῶν τῶν Ἑξαπτερύγων, τοῦ Τιμίου Σταυροῦ, τῶν Λαβάρων, τῶν Ψαλτῶν, τῶν Ἱερέων (καί τοῦ Ἀρχιερέως ἄν προεξάρχει) καί ἀκολουθούντων τῶν Δημοτικῶν Ἀρχόντων καί ἁπάντων τῶν πιστῶν, διά τῶν κεντρικῶν ὁδῶν τοῦ οἰκισμοῦ φθάνωμεν εἰς τόν προκαθορισμένον καί διακεκοσμημένον διά φοινίκων, μυρσίνης καί σημαιῶν τόπον πλησίον της θαλάσσης ὅπου βρίσκεται προηυτρεπισμένη τράπεζα. Ἐκεῖ :
Ο ΙΕΡΕΥΣ: Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τούς αιώνας των αιώνων.
Ο ΧΟΡΟΣ: Αμήν.
Και τὰ παρόντα Ἰδιόμελα . Ἦχος πλ. δ΄.
Σωφρονίου Πατριάρχου Ἱεροσολύμων.
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ.
Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον.
Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.
Δόξα... Καὶ νῦν...
Ήχος ὁ αὐτὸς.
Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.
Ο ΑΝΑΓΝΩΣΤΗΣ :
Τήν Προφητείαν.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 12, 3-6)
Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁἍγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.
Προκείμενον . Ἦχος γ΄
Κύριος φωτισμός μου καὶ Σωτήρ μου.
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.
Ὁ Ἀπόστολος.
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου το Ανάγνωσμα.
(Κεφ. 10, 1-4)
Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ὅτι οἱ Πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον. Καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, ἐν τῇ νεφέλῃ καὶἐν τῇ θαλάσσῃ. Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.
Ἀλληλούϊα (γ΄) Ἦχος δ᾽
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.
Στίχ. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων.
Και ο ΙΕΡΕΥΣ:
Το Εὐαγγέλιον
Ἐκ τοῦ κατά Μάρκον (Α, 9-11)
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁἸησοῦς ἀπὸ Ναζαρέτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾽αὐτόν. Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἰός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.
Ο ΧΟΡΟΣ: Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ εὐθὺς ὁ Διάκονος ή ὁἹερεὺς λέγει :
Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Ο ΧΟΡΟΣ: Κύριε, ἐλέησον. Μεθ' ἑκάστην δέησιν.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν Ἁγίων τοῦ ΘεοῦἘκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς Πόλεως ταύτης, πάσης Πόλεως Χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ των εν θαλάσσαις πλεόντων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ δωρηθῆναι αὐτω τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτὸ ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς, τοῦ Κυρίου δεηθῶμεν.
Ο ΙΕΡΕΥΣ:
Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν, και ίλεως, ίλεως γενού ημίν, Δέσποτα επί ταις αμαρτίαις ημών και ελέησον ημάς.
Ελεήμων γαρ και φιλάνθρωπος Θεός υπάρχεις και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Ο ΧΟΡΟΣ: Αμήν.
Ο ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
Ο ΧΟΡΟΣ: Και τω πνευματί σου.
Ο ΙΕΡΕΥΣ: Τάς κεφαλὰς ἡμῶν τω Κυρίω κλίνωμεν
Ο ΧΟΡΟΣ: Σοι Κύριε.
Και ο Ιερεύς την Εὐχὴ μυστικῶς
Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος, καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τῶν ἑαυτῶν αὐχένων σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα. Καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς καὶ σώματος.
Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ο ΧΟΡΟΣ:Ἀμήν.
Καί εὐθύς, (ὁ Ἀρχιερεύς ἤ) ὁ Ἱερεύς ρίπτει τόν μεταφερθέντα ἐκ τοῦ Ἱεροῦ Ναοῦ Ἁγιασμόν εἰς τήν θάλασσαν καί ποιεῖ τήν Κατάδυσιν τοῦ Τιμίου Σταυροῦ ψάλλων τό :
Απολυτίκιον. Ἦχος α΄
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.( τρὶς)
Μετά δέ τήν ἀνάσυρσιν, οἱ ἐπί τῆς ἐξέδρας παριστάμενοι «Πρόκριτοι» ἀσπάζονται τόν Τίμιον Σταυρόν. Ἔπειτα:
Η Ἀπόλυσις
Ο ΙΕΡΕΥΣ: Τοῦ Κυρίου δεηθῶμεν.
Ο ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
Ο ΙΕΡΕΥΣ: Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ' ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ο ΧΟΡΟΣ: Ἀμήν.
Ο ΙΕΡΕΥΣ: Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ο ΑΝΑΓΝΩΣΤΗΣ : Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Κύριε, ελέησον.[γ΄]Πάτερ Άγιε ευλόγησον.
Ο ΙΕΡΕΥΣ: O ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, του Αγίου ενδόξου Αποστόλου Τίτου πρώτου Επισκόπου Κρήτης, του εν αγίοις πατρός ημών Νικολάου του εν Μύροις, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, των αγίων και ιαματικών Αναργύρων Κοσμά και Δαμιανού, του αγίου ενδόξου Ιερομάρτυρος Κοσμά του Αιτωλού, της αγίας ενδόξου μεγαλομάρτυρος Ειρήνης, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων,
Εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν,
δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν,
σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου
αποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον,
εἰρήνευσον ἡμῶν τὴν ζωήν˙
Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ο ΧΟΡΟΣ: Ἀμήν.
Ἡ Τελετική Πομπή ἐπιστρέφει ἀνεπισήμως εἰς τόν Ἱερόν Ναόν.